>"
Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

Τρίτη, 11 Μαΐου 2010

Προσευχὴ ὑπὲρ τῆς Ἐκκλησίας καὶ τῶν Κληρικῶν " "

Γέροντας Επιφάνιος Θεοδωρόπουλος


Κύριε ὁ Θεὸς ἡμῶν, ὁ μέγας καὶ φοβερὸς καὶ ἔνδοξος, ὁ φυλάσσων τὸ ἔλεός Σου καὶ τὴν διαθήκην Σου τοῖς ἀγαπῶσι Σε καὶ φυλάσσουσι τὰ Σὰ προστάγματα, εὐχαριστοῦμεν Σοι ὑπὲρ τῶν φανερῶν καὶ ἀφανῶν Σου εὐεργεσιῶν τῶν εἰς ἡμᾶς γεγενημένων.
Δεόμεθά σου, Κύριε, ῥῦσαι ἡμᾶς καὶ λύτρωσαι, ὅτι πολλὰ τοῖς νόμοις Σου ἀφρόνως προσεπταίσαμεν καὶ ἐκολλήθη ἡ γαστὴρ ἡμῶν εἰς γῆν ἰλῦος.
Ἐγενήθημεν ὡσεὶ σκεύη ἀπολωλότα, καὶ ἠκούσαμεν ψόγον πολλῶν παροικούντων κυκλόθεν. Διὸ παρακαλοῦμέν Σε, φιλάνθρωπε Δέσποτα, ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ᾿ ἡμᾶς τὸ μέγα Σου ἔλεος.
Μὴ παραδῷς, Μονογενὲς Λόγε τοῦ Θεοῦ, τὴν Ἐκκλησίαν Σου, ἣν περιεποιήσω τῷ Τιμίῳ Αἵματι Σου, δέρεσθαι ὑπὸ ἀνέμων καὶ σαλεύεσθαι ὑπὸ κυμάτων.
Εἰπὲ οὖν, Κύριε, τῇ μαινομένῃ κατ᾿ αὐτῆς θαλάσσῃ τῶν παθῶν του κόσμου «σιώπα, πεφίμωσο»· ἐπιτίμησον δὲ τοῖς ἀνέμοις καὶ ποίησον γαλήνην, ἵνα γαληνῶς ποντοπορῇ καὶ ἀταράχως ἡ θεία Ὁλκάς Σου.
Δὸς δή, φιλεύσπλαγχνε Κύριε, καὶ τοῖς ἁγίοις Σου Ἀρχιερεῦσι καὶ Ἱερεῦσιν, οὓς Πνεῦμα τὸ Πανάγιον ποιμαίνειν ἔθετο τὴν ἐπὶ γῆς στρατευομένην Ἐκκλησίαν Σου, χάριν συνέσεως εἰς τὸ διανοεῖσθαι καὶ πράττειν τὰ εὐάρεστά Σοι καὶ τῷ μυστικῷ Σου Σώματι συμφέροντα. Σὺ τοίνυν, Ἰησοῦ Χριστέ, κυβέρνησον καὶ δίδαξον καὶ φώτισον αὐτοὺς τοῦ ἀγαπᾶν ὑπὲρ τὰ πρόσκαιρα τὴν δόξαν Σου τὴν ἄφθαρτον· ὑπὲρ τὰ ὅρια τῶν γεηρῶν Ἐπισκοπῶν καὶ Ἐνοριῶν αὐτῶν, ὁρᾶν τὴν ἀμετάθετόν Σου Βασιλείαν, ἣν ἀπὸ καταβολῆς κόσμου ἡτοίμασας πᾶσι τοῖς ἀγαπῶσι Σε.
Δὸς αὐτοῖς, Κύριε, ἐν φίλτρου ἀγαπᾶν παροξυσμῷ τὸν τίμιον λαὸν Σου, ἀεὶ δ᾿ ἑτοίμους εἶναι καὶ τὴν κεφαλὴν ἀποτμηθῆναι ὑπὲρ τοῦ ποιμνίου ἑαυτῶν, κατὰ τὸ Σὸν ὑπόδειγμα. Χρημάτων, Ἅγιε, καὶ δόξης, ποίησον αὐτοὺς ὑπερφρονεῖν καὶ φιλοπτώχους εἶναι, ἑλκύων ἅμα πρὸς τὸν Οὐρανὸν τὸ φρόνημα αὐτῶν.
Ἔτι δεόμεθά Σου, Κύριε, φώτισον αὐτῶν τὰ ὄμματα· συνέτισον τὴν διάνοιαν· ταπείνωσον τὴν καρδίαν· τοὺς ὀφθαλμοὺς αὐτῶν ἅγνισον καὶ ἀπόστρεψον τοῦ μὴ βλέπειν τῶν ὑλαίων τὴν ματαιότητα· εὐόδωσον δὲ πάντας ἡμᾶς τοῦ διανύσαι τὴν στενὴν ὁδὸν καὶ τεθλιμμένην, ἵνα ἐν τοῖς Σκηνώμασι τοῖς Οὐρανίοις καταπαύσωμεν τῆς δόξης Σου, καὶ σὺν τοῖς Ἀγγέλοις Σου καὶ Ἀρχαγγέλοις ᾄδωμεν ᾆσμα καινὸν καὶ πανευφρόσυνόν Σοι τῷ Δεσπότῃ καὶ Ἁγίῳ Λυτρωτῇ ἡμῶν, σὺν τῷ Ἀνάρχῳ Σου Πατρὶ καὶ τῷ Ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας. Ἀμήν
Δημοσίευση σχολίου

Δημοφιλείς αναρτήσεις

Αρχειοθήκη ιστολογίου

Ετικέτες

''ΠΕΡΙ ΑΝΤΙΧΡΙΣΤΟΥ'' ΑΓΙΟΙ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ ΜΑΣ ΑΓΙΟΝ ΟΡΟΣ ΑΕΡΟΨΕΚΑΣΜΟΙ Αλέξανδρος Παπαδιαμάντης ΑΝΑΛΑΜΠΗ ΟΡΘΟΔΟΞΙΑΣ Ανατολικές θρησκείες - Ν. ΕΠΟΧΗ Αντίχριστος ΑΟΡΑΤΟΙ ΑΣΚΗΤΑΙ ΑΓΙΟΥ ΟΡΟΥΣ ΑΠΟΔΕΙΚΤΙΚΑ ΣΤΟΙΧΕΙΑ Βαρθολομαίος: «Υπακοή» στη Νέα Τάξη (Οικουμενισμός) ΒΑΤΙΚΑΝΟ Γέροντας Ιωσήφ Βατοπαιδινός ΓΕΡΟΝΤΑΣ ΚΑΛΛΙΣΤΡΑΤΟΣ ΑΓΙΟΝ ΟΡΟΣ ΓΕΡΟΝΤΕΣ ΓΙΑ 666 ΔΗΜΟΣΙΟΓΡΑΦΟΥΝΤΕΣ ΔΗΜΟΣΚΟΠΗΣΕΙΣ ΔΙΑΦΟΡΑ εθνικα θεματα εθνικη προδοσια Ειρήνη ΕΚΚΛΗΣΙΑ Ελευθεροτεκτονισμός ΕΛΛΗΝΙΚΗ ΚΡΙΣΗ ΕΞΩΤΕΡΙΚΗ ΠΟΛΙΤΙΚΗ ΕΠΙΚΑΙΡΟΤΗΤΑ ΕΡΤ ΕΣΧΑΤΟΛΟΓΙΚΑ η έννοια της ολότητας ΗΠΑ και οι μασονικές καταβολές θαυματα ιατρικα ΙΕΡΕΣ ΜΟΝΕΣ ΑΡΚΑΔΙΑΣ ισλαμ ΙΣΤΟΡΙΚΑ ΚΑΡΤΑ ΤΟΥ ΠΟΛΙΤΗ ΛΕΙΤΟΥΡΓΙΚΗ ΖΩΗ ΜΟΝΑΧΙΣΜΟΣ Νέα Εποχή ΝΕΑ ΤΑΞΗ ΠΡΑΓΜΑΤΩΝ ΟΙΚΟΝΟΜΙΚΗ ΚΡΙΣΗ ΟΙΚΟΥΜΕΝΙΣΜΟΣ - ΝΕΟΕΠΟΧΙΤΙΚΕΣ ΠΛΑΝΕΣ ΠΑΝΤΟΥ ΟΡΘΟΔΟΞΙΑ ΠΑΓΚΟΣΜΙΑ ΔΙΑΚΥΒΕΡΝΗΣΗ ΠΑΓΚΟΣΜΙΑ ΚΡΙΣΗ ΠΑΓΚΟΣΜΙΟΠΟΙΗΣΗ ΠΑΡΑΚΛΗΤΙΚΟΙ ΚΑΝΟΝΕΣ ΠΑΡΑΚΛΗΤΙΚΟΙ ΚΑΝΟΝΕΣ ΣΤΗΝ ΠΑΝΑΓΙΑ Πειραιώς κ. Σεραφείμ ΠΟΛΙΤΙΚΗ ΠΟΛΙΤΙΚΗ ΚΡΙΣΗ προφητειες ΡΟΤΣΙΛΝΤ ΡΩΜΗΟΣΥΝΗ ΣΙΩΝΙΣΜΟΣ ΣΚΑΝΔΑΛΑ ΣΚΕΨΕΙΣ ΣΚΗΤΕΣ ΑΓΙΟΥ ΟΡΟΥΣ ΣΥΓΧΡΟΝΟΙ ΓΕΡΟΝΤΕΣ ΣΦΡΑΓΙΣΜΑ ΤΑ ΜΟΝΑΣΤΗΡΙΑ ΤΗΣ ΛΑΚΩΝΙΑΣ ΤΑ ΜΥΣΤΙΚΑ ΤΗΣ ΚΑΜΠΑΛΑ ΤΟ ΧΑΡΑΓΜΑ ΤΗΣ ΑΠΟΚΑΛΥΨΗΣ υγεια Χρυσή Αυγή Earthlings - Η οικονομική εξάρτηση του ανθρώπινου είδους από τα ζώα Illuminati O Αιώνας του Εαυτού Skull and Bones CFR Λέσχη Μπίλντερμπεργκ St. John the Baptist Monastery at Essex

Η ΤΡΑΓΩΔΙΑ ΤΟΥ ΑΝΘΡΩΠΙΝΟΥ ΓΕΝΟΥΣ

Η ΤΡΑΓΩΔΙΑ ΤΟΥ ΑΝΘΡΩΠΙΝΟΥ ΓΕΝΟΥΣ
π.Σωφρόνιος Σαχάρωφ